Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. κζ
Not analysed yet
ὡς δύσερί σοι καὶ φιλόνεικον τὸ κάλλος· ἀμελούμενον μᾶλλον ἀνθεῖ, καθάπερ τῶν φυτῶν ὅσα τῇ φύσει θαρροῦντα καὶ τῆς τῶν γεωργῶν ὀλιγωρίας μὴ χρῄζοντα· οὐχ ἵππον ἀναβαίνεις, οὐκ ἐς παλαίστραν ἀπαντᾷς, οὐχ ἡλίῳ δίδως σεαυτόν, ἀλλʼ αὐχμηρὸς περίει καὶ ῥυπῶν καὶ σεαυτῷ μαχόμενος. ἐξηπάτησαι· καλὸς εἶ, κἂν μὴ θέλῃς, καὶ πάντας ἕλκεις τῷ λίαν ἀμελουμένῳ, ὥσπερ οἱ βότρυς καὶ τὰ μῆλα καὶ εἴ τι ἄλλο αὐτόματον καλόν. οὕτω καὶ ὁ Ἀπόλλων ποιμένων ἤρα καὶ ἡ Ἀφροδίτη βουκόλων ἤρα καὶ ἀγροίκων καὶ ἡ Δημήτηρ τῶν τὰ ἀστεῖα οὐκ εἰδότων. οὐδεὶς οὐδὲ ἀστέρας εἶδε κοσμουμένους οὐδὲ ὄρνιθας, οὐδὲ ἵππους καλλωπιζομένους χρυσῷ ἢ ἐλέφαντι λανθάνειν μηχανωμένους τὸ γαῦρον.