Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. κς
Not analysed yet
κελεύεις μοι μὴ βλέπειν κἀγὼ σοὶ μὴ βλέπεσθαι. τίς τοῦτο κελεύει νομοθέτης; τίς δὲ καὶ ἐκεῖνο; εἰ δὲ μηδέτερον κεκώλυται, μήτε ἑαυτὴν ἀφαιροῦ τῆς ἐς ἐπίδειξιν εὐδοκιμήσεως, μήτε ἐμὲ τῆς ἐς τέρψιν ἐξουσίας. οὐδὲ πηγὴ λέγει μὴ πίῃς, οὐδὲ ὀπώρα μὴ λάβῃς, οὐδὲ λειμὼν μὴ προσέλθῃς. ἕπου καὶ σὺ τοῖς νόμοις καὶ διψῶντα παῦσον.