Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. λβ
Not analysed yet
τὰ μὲν ὄμματά σου διαυγέστερα τῶν ἐκπωμάτων, ὡς δύνασθαι διʼ αὐτῶν καὶ τὴν ψυχὴν ἰδεῖν, τὸ δὲ τῶν παρειῶν ἐρύθημα εὔχρουν ὑπὲρ αὐτὸν τὸν οἶνον, τὸ δὲ λινοῦν τοῦτο χιτώνιον ἀντιλάμπει ταῖς παρειαῖς, τὰ δὲ χείλη βέβαπται τῷ ῥόδων αἵματι, καί μοι δοκεῖς καὶ τὸ ὕδωρ φέρειν ὡς ἀπὸ πηγῶν τῶν ὀμμάτων καὶ διὰ τοῦτο εἶναι Νυμφῶν μία. πόσους ἱστᾷς ἐπειγομένους; πόσους κατέχεις παρατρέχοντας; πόσους μὴ φθεγξαμένη καλεῖς; ἐγὼ πρῶτος, ἐπειδὰν ἴδω σε, διψῶ καὶ ἵσταμαι μὴ θέλων, τὸ ἔκπωμα κατέχων· τὸ μὲν οὐ προσάγω τοῖς χείλεσι, σοῦ δʼ οἶδα πίνων.