Ancient Greek · ~2 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. λγ
Not analysed yet
ἐξ ὑέλου μὲν τὰ ἐκπώματα, αἱ δὲ σαὶ χεῖρες ἀργυρᾶ αὐτὰ ποιοῦσι καὶ χρυσᾶ, ὡς τούτοις τὸ βλέπειν ὑγρῶς παρὰ τῶν σῶν ὀμμάτων εἶναι· ὥστε ἐκεῖνα μὲν κατάθου καὶ χαίρειν ἔα τά τε ἄλλα καὶ διὰ τὸν ἐν τῷ σφαλερῷ τῆς ὕλης φόβον, ἐμοὶ δὲ μόνοις πρόπινε τοῖς ὄμμασιν, ὧν καὶ ὁ Ζεὺς γευσάμενος καλὸν οἰνοχόον παρεστήσατο. εἰ δὲ βούλει, τὸν μὲν οἶνον μὴ παραπόλλυε, μόνου δὲ ἐμβαλοῦσα ὕδατος καὶ τοῖς χείλεσι προσφέρουσα πλήρου φιλημάτων τὸ ἔκπωμα καὶ οὕτως δίδου τοῖς δεομένοις. ἔστι γὰρ ἀνέραστος οὐδεὶς οὕτως, ὡς ποθεῖν ἔτι τὴν Διονύσου χάριν μετὰ τὰς τῆς Ἀφροδίτης ἀμπέλους.