Ancient Greek · ~1 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. λδ
Not analysed yet
οὐκ οἶδα, τί σου μᾶλλον ἐπαινέσω· τὴν κεφαλήν; ἀλλʼ ὢ τῶν ὀμμάτων. τοὺς ὀφθαλμούς; ἀλλʼ ὢ τῶν παρειῶν. τὰς παρειάς; ἀλλὰ τὰ χείλη με ἐπάγεται καὶ δεινῶς κᾴει κεκλεισμένα μὲν διʼ εὐκοσμίαν, ἀνοιχθέντα δὲ διʼ εὐωδίαν.