Ancient Greek · ~3 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. λζ
Not analysed yet
ὁ Μῶμος τῶν μὲν ἄλλων οὐδὲν ἔφη τῆς Ἀφροδίτης αἰτιάσασθαι, τί γὰρ ἂν καὶ ἐμέμψατο; ἓν δὲ μόνον δυσχεραίνειν ἔφη, ὅτι τρύζοι αὐτῆς τὸ ὑπόδημα καὶ λίαν εἴη λάλον καὶ τῷ ψόφῳ ὀχληρόν, εἰ δὲ ἀνυπόδετος ἐβάδιζεν, ὥσπερ ἀνέσχεν ἐκ τῆς θαλάττης, οὐκ ἄν ποτε ηὐπόρησε σκωμμάτων οὐδὲ κωμῳδίας ὁ ἀλιτήριος, καί μοι δοκεῖ μηδὲ μοιχευομένη διὰ τοῦτο μόνον λαθεῖν, ὅτι πάντα ὁ Ἥφαιστος ἔγνω τὰ κεκρυμμένα, τοῦ σανδαλίου διαβαλόντος. ταῦτα μὲν ἡμῖν ὁ μῦθος, σὺ δὲ καὶ τῆς Ἀφροδίτης ἔοικας βουλεύεσθαι ἄμεινον χρωμένη τοῖς ποσίν, ὡς ἐτέχθης καὶ φεύγουσα τοῦ Μώμου τὰ ἐγκλήματα. ὦ ἄδετοι πόδες, ὦ κάλλος ἐλεύθερον, ὦ τρισευδαίμων ἐγὼ καὶ μακάριος, ἐὰν πατῇ με.