Ancient Greek · ~3 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. λη
Not analysed yet
ὃ τοῖς ἄλλοις ἐπίρρητον δοκεῖ καὶ μέμψεως ἄξιον, ὅτι ἀναίσχυντος εἶ καὶ θρασεῖα καὶ εὔκολος, τοῦτο μάλιστα ἐγώ σου φιλῶ. καὶ γὰρ ἵππους θαυμάζομεν τοὺς φρονήματι χρωμένους καὶ ὄρνιθας τοὺς μὴ νεύοντας κάτω. οὐδὲν οὖν οὐδὲ σὺ καινὸν ποιεῖς, εἰ γυνὴ οὖσα πολλῶν ὥρᾳ κρατοῦσα ὑψηλόν τε ὁρᾷς καὶ μετέωρον βαδίζεις, εἴπερ τις ἐστὶ καὶ κάλλους ἀκρόπολις πολὺ κρείττων τῶν βασιλείων. μισθώματα λαμβάνεις· καὶ γὰρ ἡ Δανάη χρυσόν. καὶ στεφάνους δέχῃ· τοῦτο μὲν καὶ Ἄρτεμις ἡ παρθένος. καὶ γεωργοῖς παρέχεις σεαθτήν· ἡ δὲ Ἑλένη καὶ ποιμέσι καὶ κιθαρῳδοῖς· μηδὲ δούλων καταφρονήσῃς, ἵνα κἂν διὰ σὲ δοκῶσιν ἐλεύθεροι, ἀλλὰ μηδὲ ναυτῶν· ταχέως μὲν ἀπίασιν, ἀλλʼ ὁ Ἰάσων οὐκ ἄτιμος ὁ πρῶτος κατατολμήσας θαλάττης· οὔτε γὰρ πῦρ θερμὸν οὕτως ὥς σου τὸ ἆσθμα, οὔτε αὐλὸς ἡδὺ ἄκουσμα οὕτως, ὡς τὰ σὰ ῥήματα.