Ancient Greek · ~2 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. μς
Not analysed yet
εὖ πεποίηκας στρωμνῇ χρησάμενος τοῖς ῥόδοις· ἡ γὰρ πρὸς τὰ πεμφθέντα ἡδονὴ σημεῖον μέγα τῆς πρὸς τὸν πέμψαντα τιμῆς, ὥστε κἀγώ σου δι’ αὐτῶν ἡψάμην, καὶ γάρ ἐστιν ἐρωτικὰ καὶ πανοῦργα καὶ κάλλει χρῆσθαι εἰδότα. δέδοικα δέ, μὴ οὐδʼ ἡσυχίαν ἤγαγεν, ἀλλʼ ἠνώχλει σοι καθεύδοντι, ὥσπερ τῇ Δανάῃ ὁ χρυσός. εἰ δὲ βούλει τι φίλῳ χαρίζεσθαι, τὰ λείψαντα αὐτῶν ἀντίπεμψον μηκέτι πνέοντα ῥόδων μόνον, ἀλλὰ καὶ σοῦ.