Ancient Greek
μ to με
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. μ-με
Not analysed yet
ἡ πυρσαίνουσα μίλτος τὰ χείλη καὶ τὴν παρειὰν ὑπογράφουσα κώλυμα φιλημάτων, κατηγορεῖ δὲ καὶ γῆρας τοῦ προσώπου, ὑφʼ οὗ πελιδνὸν μὲν τὸ στόμα, ῥυσὴ δὲ ἡ παρειὰ καὶ ἔξωρος. ἴσχε δὴ χρωματοποιίαν καὶ μηδὲν ἐπιποίει τῷ κάλλει, μὴ καὶ γράψωμαί σε γήρως ἐπὶ τῇ τοῦ προσώπου γραφῇ. Ἀθηνοδώρῳ. οἱ ὀφθαλμοὶ ξύμβουλοι τοῦ ἐρᾶν, σὺ δʼ ἀκοὴν σπάσας ἐρᾷς Ἰωνικοῦ μειρακίου οἰκῶν Κόρινθον· τουτὶ δὲ μαντικὸν φαίνεται τοῖς οὔπω εἰδόσιν, ὅτι νοῦς ὁρᾷ. τῷ αὐτῷ. εἰ κρότῳ ἀνοήτῳ χαίρεις, καὶ τοὺς πελαργούς, ἐπειδὰν παριόντας ἡμᾶς κροτῶσιν, ἡγοῦ δῆμον τοσούτῳ σωφρονέστερον τοῦ Ἀθηναίων, ὅσῳ μηδὲ αἰτοῦσι μηδὲν ὑπὲρ τοῦ κροτεῖν. τὸ ἐρῶντα καρτερεῖν σωφρονέστερον τοῦ μηδὲ ἐρασθῆναι, καὶ γὰρ δὴ καὶ τὰ πολεμικὰ ἄνδρες οὐχ οἱ μὴ τρωθέντες, ἀλλʼ οἱ νικῶντες ἐν τραύμασιν. Ἀρηναίδι. τὸ μὲν μὴ ἐρῶντι χαρίζεσθαι, Λυσίου δόξα, τὸ δὲ ἐρῶντι δοκεῖ Πλάτωνι, σοὶ δὲ καὶ ἐρῶντι καὶ μὴ ἐρῶντι. τοῦτο δὲ σοφὸς μὲν οὐδείς, Λαὶς δέ, οἶμαι, ἐπῄνει. Διοδώρῴ. τὰς ἀπυρήνους ῥοιὰς Ἐρυθραὶ κηπεύουσιν οἰνοχοούσας νᾶμα πότιμον, ὥσπερ τῶν βοτρύων οἱ εὖ πράττοντες· δέκα σοι τούτων τρυγή σας ἔπεμψα, χρῶ δὲ αὐταῖς σιτούμενος μὲν ὡς οἴνῳ, μεθύων δὲ ὡς σίτῳ.