Ancient Greek · ~2 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. νγ
Not analysed yet
τὴν νεφέλην τῶν ὀφρύων ἀφαιρεῖν ἄμεινον, ὡς μηδὲν κατηφὲς εἴη σοι περὶ τὴν ὥραν, αὐτῶν τε γὰρ τῶν ὡρῶν ἡδίους αἱ ἀνειμέναι καὶ γελῶσαι, καὶ τοῦ κάλλους ἡδονὴν ὥσπερ ἐκ κατόπτρου ἐμφαίνει τὰ τῆς περὶ τῷ προσώπῳ γαλήνης, ἣν εἰ μὴ θολώσεις, ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ βλεπόμενον δόξεις. εἰ δὲ ἐκ Πινδάρου ταῦτα, κἀκεῖνό που κατὰ Πίνδαρον τὸ τὴν ἀκτῖνα τὴν ἀπὸ σοῦ πηδῶσαν εἶναι τῶν ἐμῶν ὀφθαλμῶν μητέρα.