Ancient Greek · ~2 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. νδ
Not analysed yet
εἰ κἀμὲ φεύγεις, ἀλλʼ ὑπόδεξαι κἂν τὰ ῥόδα ἀντʼ ἐμοῦ, καί σου δέομαι μὴ στεφανοῦσθαι μόνον, ἀλλὰ καὶ κοιμηθῆναι ἐπʼ αὐτῶν, καὶ γάρ ἐστιν ἰδεῖν μὲν καλά, οἵαν τὸ πῦρ ἔχει τὴν ἀκμήν, ἅψασθαι δὲ μαλακὰ καὶ πάσης στρωμνῆς ἁπαλώτερα ὑπὲρ τὸν Βαβυλώνιον κόκκον καὶ τὴν Τυρίαν πορφύραν, καὶ γὰρ εἰ σπουδαῖα ἐκεῖνα, ἀλλʼ οὐ πνεῖ καλόν. ἐνετειλάμην αὐτοῖς καὶ τὴν δειρήν σου φιλῆσαι καὶ τοῖς μαστοῖς ἐπελθεῖν καὶ ἀνδρίσασθαι, ἂν ἐφῇς, καί, οἶδα, ἀκούσεται. ὦ μακάρια, οἵαν γυναῖκα περιβάλλειν μέλλετε. ἀλλὰ δεήθητε αὐτῆς ὑπὲρ ἐμοῦ καὶ πρεσβεύσατε καὶ πείσατε, ἐὰν δὲ παρακούῃ, κατακαύσατε.