Ancient Greek · ~3 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. νε
Not analysed yet
ὄντως τὰ ῥόδα Ἔρωτος φυτά, καὶ γὰρ νέα, ὡς ἐκεῖνος, καὶ ὑγρά, ὡς αὐτὸς ὁ Ἔρως, καὶ χρυσοκομοῦσιν ἄμφω καὶ τἆλλʼ αὐτοῖς ὅμοια τὰ ῥόδα τὴν ἄκανθαν ἀντὶ βελῶν ἔχει, τὸ πυρρὸν ἀντὶ δᾴδων, τοῖς φύλλοις ἐπτέρωται, χρόνον δὲ οὔτε Ἔρως οὔτε ῥόδα οἶδεν, ἐχθρὸς γὰρ ὁ θεὸς καὶ τῇ κάλλους ὀπώρᾳ καὶ τῇ ῥόδων ἐπιδημίᾳ. εἶδον ἐν Ῥώμῃ τοὺς ἀνθοφόρους τρέχοντας καὶ τῷ τάχει μαρτυροῦντας τὸ ἄπιστον τῆς ἀκμῆς, ὁ γὰρ δρόμος διδασκαλία χρήσεως· εἰ μὲν οὖν ἅψῃ ταχέως τῶν ῥόδων, μένει, εἰ δὲ μελλήσεις, ἀπελήλυθε. μαραίνεται καὶ γυνὴ μετὰ ῥόδων, ἂν βραδύνῃ. μὴ μέλλε, ὦ καλή· συμπαίξωμεν, στεφανωσώμεθα τοῖς ῥόδοις, συνδράμωμεν.