Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. ξβ
Not analysed yet
ὅτε δὲ ἔκρινε καὶ τὰς θεὰς ὁ Ἀλέξανδρος, οὔπω παρῆν ἡ ἐκ Λακεδαίμονος, εἰ δʼ οὖν, μόνην ἂν καλὴν ἀπεφήνατο, ἣν αὐτὸς ἐβούλετο. ὅπερ οὖν ἐκείνῳ τότε πρὸς τὴν κρίσιν ἐλλιπῶς ἔσχεν, ἐμοὶ νῦν ἐπανορθωθήσεται· μὴ κάμνετε, ὦ θεαί, μηδὲ ἐρίζετε, ἔχω γάρ, ἰδού, τὸ μῆλον. λάβε, ὦ καλή, ἣ καὶ νικᾷς τὰς θεάς, καὶ ἀνάγνωθι τὰ γράμματα. τά τε ἄλλα καὶ ἐπιστολῇ τῷ μήλῳ κέχρημαι· ἐκεῖνο Ἔριδος, τοῦτο Ἔρωτος, ἐκεῖνο ἐσιώπα, τοῦτο φθέγγεται. μὴ ῥίψῃς, μὴ φάγῃς· οὐδὲ ἐν πολέμῳ πρεσβευτὴς παρανομεῖται. τί οὖν ἐπέσταλκα; αὐτὸ ἐρεῖ· Εὐίππη, φιλῶ σε· ὑπόγραψον ἀναγνοῦσα κἀγὼ σέ. δέχεται τὸ μῆλον καὶ ταῦτα τὰ γράμματα.