Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. ξγ
Not analysed yet
ἐπυθόμην, ὡς τὰ ῥόδα ἐλθόντα παρὰ σὲ ὅσα χρέος ἀπέλαυεν, ἐγώ τε γὰρ ἐνετειλάμην αὐτοῖς, καὶ ὡς ἐκπιόντα ἀκηράτου χρωτὸς τῆς σῆς δρόσου κατέσχον τὴν ψυχὴν ἐξιοῦσαν καὶ δυσανασχετοῦσαν. καλῶς ἐποιήσατε, ὦ ῥόδα, ἀναβιώσαντα, καὶ δέομαι, μείνατε, ἔστʼ ἂν ἔλθω. μαθεῖν γὰρ ἔγνωκα, εἴ τι παρʼ ἀλλήλων εἰλήφατε ἐς εὐωδίαν αὐτὴ καὶ ὑμεῖς ἐς χρόνον.