Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. ξδ
Not analysed yet
τὴν σωφροσύνην, ἐφʼ ᾗ μέγα δὴ φρονεῖς, οὐκ οἶδα, τί εἴπω· πότερον ἀγριότητα ἀντίπαλον τῶν φύσεως ἐπιταγμάτων; ἢ φιλοσοφίαν ἀγροικίᾳ πεπυργωμένην; ἢ αὐθάδη πρὸς ἡδονὰς δειλίαν; ἢ σεμνὴν ὀλιγωρίαν τῶν τοῦ βίου τερπνῶν; ὅ τι δʼ ἂν ᾖ καὶ δοκῇ τοῖς σοφισταῖς, δόξῃ μέν ἐστι καλόν, ἔργῳ δὲ ἀπανθρωπότερον. τί γὰρ δὴ μέγα, πρὶν ἀπελθεῖν τοῦ βίου, νεκρὸν εἶναι σώφρονα; στεφάνωσαι, πρὶν ὅλως ἀπανθεῖν, καὶ χρίσαι, πρὶν σαπῆναι, καὶ κτῆσαι φίλους, πρὶν ἔρημον γενέσθαι. καλὸν νυκτὶ προλαβεῖν τὴν νύκτα ἐκείνην, πρὶν διψῆν, πιεῖν, πρὶν πεινῆν, φαγεῖν. ποίαν δοκεῖς ἡμέραν σεαυτοῦ; τὴν χθές; τέθνηκε. τὴν τήμερον; οὐκ ἔστι. τὴν ἐπιοῦσαν; οὐκ οἶδα, εἰ παρέσται σοι· καὶ σὺ κἀκεῖνα τῆς τύχης.