Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. οα
Not analysed yet
Πλεισταρετιανῷ. τὸ ποιητικὸν ἔθνος πολλοὶ καὶ πλείους ἢ οἱ τῶν μελιττῶν ἑσμοί, βόσκουσι δὲ τὰς μὲν λειμῶνες, τοὺς δὲ οἰκίαι καὶ πόλεις, ἀνθεστιῶσί τε αἱ μὲν κηρίοις, οἱ δὲ ὀψοποιίᾳ λαμπρᾷ. εἰσὶ δὲ τῶν ποιητῶν οἱ καὶ τραγήμασιν ἑστιῶντες, τούτους δὲ ἡγώμεθα τοὺς τῶν ἐρωτικῶν ποιητάς, ὧν εἷς καὶ Κέλσος οὗτος ᾠδαῖς παραδεδωκὼς τὸν ἑαυτοῦ βίον, ὥσπερ οἱ χρηστοὶ τέττιγες. ὡς δʼ ἂν μὴ δρόσῳ, ἀλλὰ σιτίοις ἀληθινοῖς τραφείη, πεπίστευκά σοι μελήσειν.