Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. οβ
Not analysed yet
Ἀντωνίνῳ. οἱ πελαργοὶ τὰς πεπορθημένας πόλεις οὐκ ἐσπέτονται κακῶν πεπαυμένων ἠχὼ φεύγοντες, σὺ δὲ οἰκίαν οἰκεῖς, ἣν αὐτὸς ἐπόρθησας καὶ θεοῖς τοῖς ἐν αὐτῇ θύεις, ὥσπερ οὐκ οὖσιν, ἢ οὖσι μέν, ἐκλελησμένοις δέ, ὅτι καὶ τὰ ἐκείνων ἔχεις.