Ancient Greek
Page 671
Philostratus the Athenian, Ἡρωικός 671
Not analysed yet
ἡ δὲ ἐμπορία οὐ ξυγχωρεῖ τοσοῦτον ἀποφοιτᾶν ἑαυτῆς, ἀλλὰ δεῖ προσδεδέσθαι τῇ νηί, καθάπερ τὸν Ὀδυσσέα, εἰ δὲ μή, καὶ τὰ ἐκ πρῴρας, φασί, καὶ τὰ ἐκ πρύμνης ἀπολεῖται. ἀλλὰ μήπω, ξένε, πιστὰ ἡγοῦ, ἃ εἶπον, πρὶν ἔς τε τὴν νῆσον τὴν Κῶ πλεύσῃς, ἐν ᾗ τὰ τῶν γηγενῶν ὀστᾶ ἀνάκειται, Μερόπων, φασί, τῶν πρώτων, ἐν Φρυγίᾳ δὲ τά τε Ὕλλου τοῦ Ἡρακλέους ἴδῃς, καὶ, νὴ Δι᾽, ἐν Θετταλίᾳ τὰ τῶν Ἀλωαδῶν, ὡς ἐννεόργυιοι ἀτεχνῶς ἐγένοντο καὶ ὁποῖοι ᾅδονται. Νεαπολῖται δὲ οἱ Ἰταλίαν οἰκοῦντες θαῦμα πεποίηνται τὰ τοῦ Ἀλκυονέως ὀστᾶ. λέγουσι γὰρ δὴ πολλοὺς τῶν γιγάντων ἐκεῖ βεβλῆσθαι καὶ τὸ Βέσβιον ὄρος ἐπʼ αὐτοὺς τύφεσθαι. καὶ μὴν καὶ ἐν Παλλήνῃ, ἣν Φλέγραν οἱ ποιηταὶ ὀνομάζουσι, πολλὰ μὲν σώματα ἡ γῆ τοιαῦτα ἔχει γιγάντων στρατοπεδευσάντων ἐκεῖ, πολλὰ δὲ ὄμβροι τε καὶ σεισμοὶ ἀνακαλύπτουσιν. θαρσεῖ δὲ οὐδὲ ποιμὴν περὶ μεσημβρίαν ἐκεῖνο τὸ χωρίον ὑποπαταγούντων εἰδώλων, ἃ ἐν αὐτῷ μαίνεται. τὸ δὲ ἀπιστεῖν τοῖς τοιούτοις ἴσως που καὶ ἐπὶ τοῦ Ἡρακλέους ἦν, ὅθεν τὸν Γηρυόνην ἐν τῇ Ἐρυθείᾳ ἀποκτείνας καὶ μεγίστῳ αὐτῷ ἐντετυχηκέναι λεγόμενος ἀνέθηκε τὰ ὀστᾶ ἐς Ὀλυμπίαν, ὡς μὴ ἀπιστοῖτο τοῦ ἄθλου. εὐδαιμονίζω σε τῆς ἱστορίας, ἀμπελουργέ. ἐγὼ δὲ μεγάλα μὲν ἠγνόουν, ἀνοήτως δὲ ἠπίστουν. ἀλλὰ τὰ τοῦ Πρωτεσίλεω πῶς ἔχει; καιρὸς γάρ που ἐπʼ ἐκεῖνα ἥκειν μηκέτʼ ἀπιστούμενα.