Ancient Greek · ~4 min
Page 672
Philostratus the Athenian, Ἡρωικός 672
Not analysed yet
περὶ τῶν τοιούτων ἄκουε, ξένε. κεῖται μὲν οὐκ ἐν Τροίᾳ ὁ Πρωτεσίλεως, ἀλλʼ ἐν Χερρονήσῳ ταύτῃ, κολωνὸς δὲ αὐτὸν ἐπέχει μέγας οὑτοσὶ δήπου ὁ ἐν ἀριστερᾷ, πτελέας δὲ ταύτας αἱ νύμφαι περὶ τῷ κολωνῷ ἐφύτευσαν καὶ τοιόνδε ἐπὶ τοῖς δένδρεσι τούτοις ἔγραψάν που αὗται νόμον· τοὺς πρὸς τὸ Ἴλιον τετραμμένους τῶν ὄζων ἀνθεῖν μὲν πρωί, φυλλορροεῖν δὲ αὐτίκα καὶ προαπόλλυσθαι τῆς ὥρας —τοῦτο δὴ τὸ τοῦ Πρωτεσίλεω πάθος —τῷ δὲ ἑτέρῳ μέρει ζῆν τὰ δένδρα καὶ εὖ πράττειν. καὶ ὁπόσα δὲ τῶν δένδρων μὴ περὶ τὸ σῆμα ἕστηκεν, ὥσπερ καὶ ταυτὶ τὰ ἐν κήπῳ, πᾶσιν ἔρρωται τοῖς ὄζοις καὶ θαρσεῖ τὸ ἴδιον. ὁρῶ, ἀμπελουργέ, καὶ θαυμάζειν ἔχων οὐ τεθαύμακα, σοφὸν γὰρ τὸ θεῖον. τὸ δὲ ἱερόν, ἐν ᾧ κατὰ τοὺς πατέρας ὁ Μῆδος ὕβριζεν, ἐφʼ ᾧ καὶ τὸ τάριχος ἀναβιῶναί φασι, τοῦτο ἡγοῦ, ὦ ξένε, καταλείπεται δὲ αὐτοῦ ὁρᾶς, ὡς ὀλίγα.