Ancient Greek · ~2 min
Section 15
Philostratus the Athenian, Γυμναστικός 15
Not analysed yet
ἀρκούντως μὲν οἶμαι ἀποδεδεῖχθαί μοι, ὁπόση πρὸς ἑκατέραν ἐπιστήμην ἡ γυμναστική ἐστι, δοκῶ δέ μοι κἀκεῖνο ἐν αὐτῇ ὁρᾷν· ἰατρικὴν πᾶσαν ὁ αὐτὸς οὐδεὶς ἂν ξυλλαμβάνειν δύναιτο, ἀλλʼ ὁ μὲν ῥηγμάτων ἐπαίειν, ὁ δὲ ξυνιέναι πυρεττόντων, ὁ δὲ ὀφθαλμιώντων, ὁ δὲ φθισικῶν ὑγιῶς ἁπάντων, καὶ μεγάλου ὄντος τοῦ κἂν σμικρόν τι αὐτῆς ἐξεργάσασθαι ὀρθῶς φασὶν οἱ ἰατρικοὶ πᾶσαν γιγνώσκειν· γυμναστικὴν δὲ οὐκ ἂν ἐπαγγείλαιτό τις ὁμοῦ πᾶσαν, ὁ γὰρ τὰ δρομικὰ εἰδὼς τὰ τῶν παλαιόντων καὶ τῶν παγκρατιαζόντων οὐκ ἐπιστήσεται, καὶ ὁ τὰ βαρύτερα γυμνάζων ἀμαθῶς τῆς ἄλλης ἐπιστήμης ἅψεται.