Ancient Greek · ~3 min
Section 16
Philostratus the Athenian, Γυμναστικός 16
Not analysed yet
Ξυμμετοχὴ μὲν σοφίας τῇ τέχνῃ ἥδε, γένεσις δὲ αὐτῆς τὸ φῦναι τὸν ἄνθρωπον παλαῖσαί τε ἱκανὸν καὶ πυκτεῦσαι καὶ δραμεῖν ὀρθόν· καὶ γὰρ οὐδʼ ἓν ἂν γένοιτό τι τῶν τοιούτων μὴ προυπάρχοντος τοῦ, διʼ ὃ γίγνεται, καὶ ὥσπερ χαλκευτικῆς γένεσις ὁ σίδηρος καὶ ὁ χαλκός, καὶ γεωργίας γῆ καὶ τὰ ἐκ τῆς γῆς, καὶ ναυτιλίας τὸ εἶναι θάλατταν, οὕτως ἡγώμεθα καὶ τὴν γυμναστικὴν ξυγγενεστάτην τε εἶναι καὶ συμφυᾶ τῷ ἀνθρώπῳ. καὶ λόγος δὲ ᾅδεταί τις, ὡς γυμναστικὴ μὲν οὔπω εἴη, Προμηθεὺς δὲ εἴη καὶ γυμνάσαιτο μὲν ὁ Προμηθεὺς πρῶτος, γυμνάσειε δὲ αὖ ἑτέρους Ἑρμῆς, ἀγασθείη τε αὐτὸν τοῦ εὑρήματος, καὶ παλαίστρα γένοιτο Ἑρμοῦ πρώτη, καὶ οἱ πλασθέντες δὲ ἐκ πηλοῦ ὑπὸ Προμηθέως ἄνθρωποι οἵδε ἄρα εἶεν οἱ ἐν τῷ πηλῷ γυμνασάμενοι ,οὓς πλάττεσθαι ὑπὸ τοῦ Προμηθέως ᾤοντο, ἐπειδὴ τὰ σώματα αὐτοῖς ἡ γυμναστικὴ ἐπιτήδειά τε καὶ ξυγκείμενα ἐποίει.