Ancient Greek · ~2 min
Section 18
Philostratus the Athenian, Γυμναστικός 18
Not analysed yet
φέρει δὲ καὶ στλεγγίδα ὁ γυμναστὴς ἐκεῖ διὰ τοῦτο ἴσως· ἐγκονίεσθαι παλαίστρᾳ τὸν ἀθλητὴν ἐν Ὀλυμπίᾳ καὶ ἡλιοῦσθαι ἀνάγκη· ἵνʼ οὖν μὴ λυμαίνοιντο τὴν ἕξιν, ἡ στλεγγὶς ἀναμιμνήσκει τὸν ἀθλητὴν ἐλαίου καί φησι δεῖν ἐπάγειν αὐτὸ οὕτως ἀφθόνως, ὡς καὶ ἀποστλεγγίζειν ἀλείψαντα. εἰσὶ δὲ οἵ φασιν ὡς γυμναστής τις ἐν Ὀλυμπίᾳ τεθηγμένῃ τῇ στλεγγίδι τὸν ἀθλητὴν ἀπέκτεινε μὴ καρτερήσαντα ὑπὲρ τῆς νίκης, καὶ ξυγχωρῶ τῷ λόγῳ, βέλτιον γὰρ πιστεύεσθαι ἢ ἀπιστεῖσθαι. ξίφος μὲν δὴ ἐπὶ τοὺς πονηροὺς τῶν ἀθλητῶν στλεγγὶς ἔστω, καὶ ἐχέτω δή τι ὑπὲρ τὸν Ἑλλανοδίκην ὁ γυμναστὴς ἐν Ὀλυμπίᾳ.