Ancient Greek · ~3 min
Section 17
Philostratus the Athenian, Γυμναστικός 17
Not analysed yet
Πυθοῖ μὲν οὖν καὶ Ἰσθμοῖ καὶ ὅπου ποτὲ τῆς γῆς ἐτέθησαν ἀγῶνες, τρίβωνα ὁ γυμναστὴς ἀμπεχόμενος ἀλείφει τὸν ἀθλητὴν καὶ οὐδεὶς ἀποδύσει ἄκοντα, ἐν Ὀλυμπίᾳ δὲ γυμνὸς ἐφέστηκεν, ὡς μὲν δόξα ἐνίων, διελέγχοντες Ἠλεῖοι τὸν γυμναστὴν ὥρᾳ ἔτους, εἰ καρτερεῖν οἶδε καὶ θέρεσθαι, ὡς δὲ Ἠλεῖοί φασι, Φερενίκη ἡ Ῥοδία ἐγένετο Διαγόρου θυγάτηρ τοῦ πύκτου, καὶ τὸ ἦθος ἡ Φερενίκη οὕτω τι ἔῤῥωτο, ὡς Ἠλείοις τὰ πρῶτα ἀνὴρ δόξαι. περιῄει γοῦν ὑπὸ τρίβωνι ἐν Ὀλυμπίᾳ καὶ Πεισίροδον τὸν ἑαυτῆς υἱὸν ἐγύμναζε. πύκτης δὲ ἄρα κἀκεῖνος ἦν, εὔχειρ τὴν τέχνην καὶ μείων οὐδὲν τοῦ πάππου. ἐπεὶ δὲ ξυνῆκαν τῆς ἀπάτης, ἀποκτεῖναι μὲν τὴν Φερενίκην ὤκνησαν ἐνθυμηθέντες τὸν Διαγόραν καὶ τοὺς Διαγόρου παῖδας —ὁ γὰρ Φερενίκης οἶκος Ὀλυμπιονῖκαι πάντες —νόμος δὲ ἐγράφη τὸν γυμναστὴν ἀποδύεσθαι καὶ μηδὲ τοῦτον ἀνέλεγκτον αὐτοῖς εἶναι.