Ancient Greek · ~2 min
Section 37
Philostratus the Athenian, Γυμναστικός 37
Not analysed yet
Λεοντώδεις δὲ καὶ ἀετώδεις καὶ σχιζίαι καὶ ἱμαντώδεις καὶ οὓς ἐπονομάζουσιν ἄρκτους, τοιάδε ἀθλητῶν εἴδη· οἱ λεοντώδεις εὔστερνοι μὲν καὶ εὔχειρες, ὑποδεέστεροι δὲ κατόπιν, οἱ ἀετώδεις δὲ τὸ μὲν σχῆμα ὅμοιοι τούτοις, διάκενοι δὲ τοὺς βουβῶνας, ὥσπερ τῶν ἀετῶν οἱ ὀρθούμενοι. ἄμφω δὲ τολμητάς τε ἀποφαίνουσι καὶ σφοδροὺς καὶ ἀθρόους, ἀθυμοτέρους γε μὴν τὰς διαμαρτίας, καὶ οὐ χρὴ θαυμάζειν ἐνθυμουμένους τὰ λεόντων τε καὶ ἀετῶν ἤθη.