Ancient Greek · ~2 min
Section 38
Philostratus the Athenian, Γυμναστικός 38
Not analysed yet
οἱ σχιζίαι δὲ καὶ ἱμαντώδεις εὐμήκεις μὲν ἄμφω καὶ μακροὶ τὰ σκέλη καὶ ὑπέρχειρες, διενηνόχασι δὲ ἀλλήλων μικρά τε καὶ μείζω· οἱ μὲν γὰρ στρυφνοί τε φαίνονται καὶ εὔγραμμοι καὶ πολυσχιδεῖς, ὅθεν, οἶμαι, καὶ ἡ ἐπωνυμία αὐτοῖς ἥκει, οἱ δὲ μανοί τέ εἰσι καὶ ἀνειμένοι μᾶλλον, καὶ ὑγροὶ ἅμα ἐν ταῖς περιστροφαῖς κατὰ ταὐτὰ τοῖς μάσθλησιν. εἰσὶ δὲ αὐτῶν οἱ μὲν ἰταμώτεροι τὰς συμπλοκάς, οἱ δὲ ἱμαντώδεις συνεκτικώτεροί τε καὶ εἴροντες.