Ancient Greek · ~1 min
Section 39
Philostratus the Athenian, Γυμναστικός 39
Not analysed yet
καρτερικῶν δὲ ἀθλητῶν εἴδη χολικοὶ μυώδεις κοῖλοι τὴν γαστέρα ἀνεσκιρτηκότες τὴν ὄψιν· ἀλλὰ καὶ ἀετῷ μὲν ἐοίκασιν οἱ δρομικοί τε καὶ μεγαλόστερνοι, λέοντι δὲ οἱ φλεγματώδεις, οἱ γὰρ ἐπίχολοι ἀφανεῖς, οἷοι διὰ τὸ ἕτοιμον τῆς φύσεως καὶ μανικῶς παραλλάξαι.