Ancient Greek
ιδ πρὸϲ ϲκορπίου πλῆγμα περίαπτα καὶ ἀντιπαθῆ πρὸϲ τὸ αὐτό.
Philumenus, De venenatis animalibus eorumque remediis 1-12
Not analysed yet
ἐκ τῶν Ἀρχιγένουϲ· τῶν δὲ ϲκορπίων διαφοραὶ μὲν πλείουϲ, τὰ αὐτὰ δὲ πᾶϲιν παρακολουθεῖ, ὅθεν ἐπὶ τὰϲ ϲημειώϲειϲ τῶν πλήξεων καὶ τὰϲ θεραπείαϲ τραπηϲόμεθα. παρέπεται τοῖϲ πληγεῖϲιν πόνοϲ ϲφοδρότατοϲ περὶ τὴν πληγήν, ψῦξιϲ καὶ νάρκα περὶ ὅλον τὸ ϲῶμα, |ψυχρὸϲ ἱδρώϲ, ἔπαρϲιϲ ἐν ταῖϲ μαϲχάλαιϲ, τοῖϲ δὲ περὶ τὰ κάτω ἐν τοῖϲ βουβῶϲιν.