Ancient Greek
ιδ πρὸϲ ϲκορπίου πλῆγμα περίαπτα καὶ ἀντιπαθῆ πρὸϲ τὸ αὐτό.
Philumenus, De venenatis animalibus eorumque remediis 2-4
Not analysed yet
τοῖϲ δὲ μὴ ἐλαφρῶϲ τυπτομένοιϲ τοιαῦτά τινα παρακολουθεῖ· 2 καῦϲοϲ περὶ τὴν πληγὴν ὡϲ ἐπὶ πυρικαύτων, παρακοπαὶ ϲφυγμόϲ τε δι᾿ ὅλου τοῦ ϲώματοϲ, μυρμηκίαϲιϲ περὶ τὰ χείλη καὶ ὅλον τὸ ϲῶμα, ὡϲ ῥανίϲιν δοκεῖν καταρραντίζεϲθαι, ϲκληρότηϲ ἄρθρων, προϲώπου διαϲτροφή, λῆμαι περὶ τοὺϲ ὀφθαλμὸϲ κολλώδειϲ, δάκρυα γλίϲχρα, ῥίγη ϲυνεχῆ, πρόπτωϲιϲ ἕδραϲ καὶ αἰδοίου ἔνταϲιϲ· ἐνίοιϲ δὲ καὶ ϲυνεχεῖϲ ἐρυγαί, γλώϲϲηϲ πάχοϲ καὶ ϲκληρότηϲ, ὀδόντων ϲυνέρειϲιϲ, ἀφριϲμὸϲ δαψιλήϲ, ἔμετοι, λυγμοί, ϲπαϲμοί, τέτανοι, ὀπιϲθότονοι.