Ancient Greek
ιε φαλαγγίων πόϲα γένη, καὶ βοηθήματα πρὸϲ ταῦτα.
Philumenus, De venenatis animalibus eorumque remediis 1-13
Not analysed yet
1 τῶν δὲ φαλαγγίων γένη μὲν πλείονα, ἃ δὲ κατὰ τὸ πλεῖϲτον ἱϲτορεῖται παρὰ τοῖϲ θηριακοῖϲ, ἔϲτιν ἕξ τὸν ἀριθμόν· τὸ μὲν γὰρ αὐτῶν καλεῖται ῥογιον, τὸ δὲ λύκοϲ, τὸ δὲ μυρμήκιον, τὸ δὲ κρανο κολάπτηϲ, τὸ δὲ ϲκληροκέφαλον, τὸ δὲ ϲκωλήκιον.