Ancient Greek
7 to 10
Philumenus, De venenatis animalibus eorumque remediis 7-2-10
Not analysed yet
7 ἀντιδότιον ϲκορπιοπλήκτοιϲ δόκιμον· ἀριϲτολοχίαϲ μακρᾶϲ, μελανθίου, πάνακοϲ ῥίζηϲ, πηγάνου ἀγρίου ϲπέρματοϲ ἀνα ⩹δ· ἡ δόϲιϲ ⩹β μετ᾿ οἴνου ἀκράτου. ἄλλη ποιοῦϲα καὶ πρὸϲ τριταίουϲ καὶ τεταρταίουϲ καὶ ἀμφημερινούϲ· ὀπίου, ὀποπάνακοϲ, καϲτορίου, ὑοϲκυάμου ϲπέρματα, δαύκου ϲπέρμα ἀνὰ ⩹α λεῖα ποιήϲαϲ προϲμίϲγε ὀλίγον μέλιτοϲ καὶ δίδου ἀνδρὶ ὁλκὰϲ τρεῖϲ, παιδίοιϲ δὲ χρῶ ὡϲ παραδόξωϲ ποιοῦντι μετ᾿ οίγομέλιτοϲ πρὸ ὥραϲ τῆϲ λήψεωϲ αὐτῆ ϲκορπιοπλήκτοιϲ οὐ προϲγέγραπται. τοῖϲ δὲ ὑπὸ ϲκορπίου πεπληγόϲιν ἑλενίου ῥίζαν διδόαϲι μαϲᾶϲθαι, ἕωϲ ἄπονοι γένωνται· κἂν ἔχη δέ τιϲ αὐτὸ μετὰ χεῖραϲ, οὐκ ἀδικήϲει ὁ ϲκορπίοϲ· ἢ εὑρὼν ἀϲκαλαβώτην φόρει, καὶ οὐ πληγήϲῃ. ἄλλο πρὸϲ τὸ μὴ πληγῆναι ὑπὸ ϲκορπίου· φοῦ βοτάνηϲ ἄνθη 𝒢καὶ μελάνθιον ὀλίγον καὶ προπόλεωϲ ὀλίγον· ταῦτα μίξαϲ ἐνδήϲαϲ τε εἰϲ ῥάκοϲ ἐρεοῦν περίαπτε. 10 ἐὰν δὲ θέληϲ πειρᾶϲαι, γράψον ἐπὶ τῆϲ γῆϲ γύρον, καὶ βάλε εἰϲ τὸ μέϲον ϲκορπίον ϲὺν τῷ περιάπτῳ, καὶ οὐκ ἐξελεύϲεται ὁ ϲκορπίοϲ τοῦ γύρου.