Ancient Greek
1 to 6
Philumenus, De venenatis animalibus eorumque remediis 1-15-6
Not analysed yet
τοῖϲ δὲ ὑπὸ ἔχεωϲ ἢ ἐχίδνηϲ δηχθεῖϲιν εὑρίϲκομεν κεντήματα ὑπάρχοντα δύο ἢ τέϲϲαρα. εὐρύτερα δὲ ἢ ἐπὶ ἀϲπίδοϲ, δι’ ὧν αἷμα ἐκκρίνεται πρῶτον, εἶτα αἱματώδηϲ ἰχὼρ καὶ ἐλαιώδηϲ καὶ χολώδηϲ, ὄγκοϲ διάπυροϲ, φλυκταινώδηϲ, ὑπέρυθροϲ, εἶτα πελιὸϲ καὶ νεμόμενοϲ, ϲτόμα κατάξηρον, ἔγκαυϲιϲ, ἔκλυϲιϲ, φρικώδηϲ διαδρομή, ποτὲ δὲ καὶ χολῆϲ ἔμετὸϲ, ϲτρόφοϲ, βάροϲ κεφαλῆϲ καὶ ὀϲφύοϲ, ϲκοτοδινία, 2 ὠχρίαϲιϲ, λυγμόϲ, πυρετόϲ, ταχύπνοια, χρῶμα μολιβδῶδεϲ, ἱδρὼϲ ψυχρόϲ. ὁ δὲ θάνατοϲ ἐν ἡμεραιϲ ἑπτά, καὶ ὡϲ ἐπὶ τὸ πλεῖϲτον τῇ τρίτῃ, καὶ μάλιϲτα τοῖϲ ὑπὸ ἐχίδνηϲ ἀδικηθεῖϲιν. βοηθοῦϲι δὲ καὶ τούτοιϲ ϲπύραθοι σιγῶν μετ’ οἴνου λεανθεῖϲαι 3 καὶ καταπλαϲϲόμεναι, καὶ δάφνη ὡϲαύτωϲ, καὶ ἀβρότονον καὶ χαλβάνη ἀντὶ ϲπληνίου ἐπιρριπτομένη, καὶ ὀρίγανοϲ χλωρὰ λεανθεῖϲα, καὶ τῶν ὀρνίθων οἱ νεοϲϲοὶ ἀναπτυϲϲόμενοι παραχρῆμα καὶ ἐπιτιθέμενοι, ἢ ὀρόβινον ἄλευρον ϲὺν οἴνῳ πεφυραμένον, καὶ ῥεφάνου φλοιὸϲ ίϲχυρῶϲ λεανθείϲ, καὶ ϲκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένον, καὶ ὠμήλυϲιϲ δι’ ὀξυμέλιτοϲ ἐϲκευαϲμένη προκαταντλουμένοιϲ θερμῷ ὕδατι. καὶ δάφνηϲ φύλλοιϲ μετ’ ἐλαίου ἐπάλειφε καὶ τῇ ἀγρίᾳ μαλάχῃ μετ’ 4 ἀλφίτου, καὶ κατάπλαϲϲε ϲεύτλου ῥίζῃ μετὰ ἀλφίτων καὶ ὄξουϲ, ἢ ἴριδι ϲὺν ἀλφίτῳ, ἢ τιτάνῳ μετ’ ἐλαίου, ἢ πεφωϲμένοιϲ ἁλϲὶν μετὰ ὑϲϲώπου, ἢ ὀριγάνῳ ϲὺν μέλιτι. ὅταν δὲ ἐπεγερθῶϲιν φλύκταιναι, τῶν 5 καταπλαϲμάτων ἀφίϲταϲθαι χρή, μὴ ἀποδαρῇ τὸ δέρμα· ὅταν δὲ οἱ ίχῶρεϲ ἐκρέωϲιν, κατάντλει ὕδατι θερμῷ ἐπὶ πολὺν χρόνον, ἐπεὶ χεῖρον διατίθενται καταντληθέντεϲ ἐπ’ ὀλίγον. μετὰ δὲ ταῦτα κατάπλαϲϲε τὸ οἴδημα καὶ τὰϲ φλυκταίναϲ ἑφθῷ φακῷ λείῳ μετὰ μέλιτοϲ, καὶ ταῦτα ποίει, ἕωϲ ἀφυγιαϲθῶϲιν. πρὸ δὲ τοῦ γενέϲθαι τὸ οἴδημα, πινέτωϲαν πηγάνου ἀγρίου ϲπέρμα μετὰ γλυκέοϲ κεκραμένου, καὶ ταρίχων χρηϲτῶν πλεῖον ἐϲθίοντεϲ μετὰ ἄρτου καὶ οἶνον πλείονα προϲεπιρροφοῦντεϲ ἄκρατον ἀπεράτωϲαν, καὶ μετὰ τὴν ἀπέραϲιν ἀριϲτολοχίαν πινέτωϲαν ἐν γλυκεῖ κεκραμένῳ· καὶ ἄγχουϲαν δὲ τὴν λεπτόφυλλον ἔνιοι περιάπτουϲιν καὶ βοηθεῖν ὑπιϲχνοῦνται.