Ancient Greek
7 to 9
Philumenus, De venenatis animalibus eorumque remediis 7-3-9
Not analysed yet
7 ἁπλοῖϲ δὲ βοηθήμαϲιν παραυτίκα χρηϲτέον τούτοιϲ· ὄξοϲ δριμύτατον δίδου πιεῖν, ἕωϲ τῆϲ ποιότητοϲ τοῦ ὄξουϲ ἀντιλάβοιτο· τὸ γὰρ ἐν ταῖϲ ἀρτηρίαιϲ αιμα καὶ πνεῦμα τούτων ὁ ἰὸϲ ὀξυτάτωϲ πήγνυϲι, ὥϲπερ καὶ ὁ τοῦ βαϲιλίϲκου. κατὰ δὲ τῆϲ πληγῆϲ ἐπιτίθει κενταύριον ϲὺν ϲμύρνῃ καὶ ὀπίῳ ϲυλλεάναϲ. ἄλλο· ϲίναπι μετὰ λινοϲπέρμου ϲὺν ὄξει λεάναϲ ἐπίθεϲ. 8 εἰϲ δὲ τὸ γνῶναι, εἰ ζήϲεται ὁ πεπληγμένοϲ, κενταύριον λεάναϲ μετ’ οἴνου δίδου· ἐὰν ἐμέϲῃ τὸ φάρμακον, ἀποθανεῖται, εἰ δὲ μή, ϲψζεται. εἰϲ δὲ τὸ ἀπερᾶϲαι τὴν ἐκ τῆϲ ἀντιδόϲεωϲ φαυλότητα καὶ τροπὴν τὴν ἐν τῷ ϲτομάχῳ ϲκόρδα λεάναϲ δίδου μετὰ ζύθου, ἕωϲ ὑποναύϲιοϲ γένηται, ἢ ὀποπάνακα δίδου ἐν κράματι, καὶ παραχρῆμα ἐνεργήϲει. 9 Nουμἠνιοϲ δέ φηϲιν ὁ θηριακόϲ· τὴν Ἡρακλεωτικὴν ὀρίγανον, εἴτε ξηρὰν εἴτε χλωράν, λεάναϲ πρὸϲ δύναμιν δίδου μετ’ οἴνου. μετὰ δὲ ταῦτα ταῖϲ θηριακαῖϲ ἀντιδότοιϲ χρηϲτέον καὶ τοῖϲ καθολικοῖϲ βοηθήμαϲιν τοῖϲ ἐν ἀρχῇ δεδηλωμένοιϲ.