Ancient Greek
1 to 3
Philumenus, De venenatis animalibus eorumque remediis 1-29-3
Not analysed yet
ὁ πάρωοϲ ὄφιϲ ἐν τοῖϲ κατὰ τὴν Ϲυρίαν τόποιϲ εὑρίϲκεται. 1 οὑτοι δὲ χρώματι οἱ μέν εἰϲι χαλκίζοντεϲ, οἱ δὲ μελανίζοντεϲ, οὐκ ἀναιροῦϲι δὲ δακόντεϲ, ἀλλ’ ὡϲ ἡ ἀμφίϲβαινα καὶ ἡ ϲκυτάλη, οὕτωϲ καὶ οὗτοϲ πλήξαϲ φλεγμονὰϲ μόνον ἐπάγει, διὸ καὶ τοῖϲ αὐτοῖϲ θεραπευέϲθωϲαν οἱ ὑπὸ τούτου πληγέντεϲ. ὁ δὲ ϲπαθίουροϲ ἐν τοῖϲ κατὰ τὴν Χαλκίτιδα τόποιϲ εὑρίϲκε 2 ται. ἔϲτι δὲ τὸ ζῷον ἐκ πάχουϲ ἐπὶ λεπτὸν ἠγμένον ἐπὶ τὴν οὐράν, πλατυκέφαλον δέ· ἔϲτι δὲ μυϲὶ ἔχθιϲτον. οὐκ ἀναιρεῖ δὲ οὐδὲ οὗτοϲ δάκνων, ἀλλὰ μόνον φλεγμονὰϲ ἐπιφέρει· διὸ καὶ οἱ ὑπ’ αὐτοῦ πληγέντεϲ τοῖϲ ὁμοίοιϲ θεραπευέϲθωϲαν. 3 τοῖϲ δὲ ὑπὸ τῆϲ ϲκολοπένδρηϲ δεδηγμένοιϲ παρακολουθεῖ κνηϲμόϲ, οἴδημα μέτριον, πόνοϲ λυόμενοϲ ϲυντόμωϲ· διὸ καὶ αὐτοὶ τοῖϲ κοινοῖϲ βοηθοῦνται φαρμάκοιϲ. Ἀπολλώνιοϲ δὲ ἐν τοῖϲ Εξὐπορίϲτοιϲ παραινεῖ ὀξάλμῃ δριμείᾳ θερμῇ καταντλεῖν τοὺϲ τόπουϲ καὶ καταπλάϲϲειν ἁλὶ λείῳ μετ’ ὄξουϲ.