Ancient Greek
2 to 3
Philumenus, De venenatis animalibus eorumque remediis 2-13-3
Not analysed yet
τοῖϲ δὲ ὑπ’ αὐτοῦ δηχθεῖϲιν ϲυμβαίνει φλόγωϲιϲ ὅλου τοῦ ϲώ 2 ματοϲ καὶ πελίωϲιϲ ὑπὸ τῆϲ ὑπερκαύϲεωϲ τοῦ ἰοῦ· ἀπορρέουϲιν δὲ αἱ τρίχεϲ ἀπὸ τοῦ ϲώματοϲ, ὡϲ μηδὲ ζωῆϲ τὸν τυχόντα χρόνον ἔχειν τὸν ὑπὸ τούτου πληγέντα, ἀλλὰ μὴν οὐδὲ τοῦ ϲώματοϲ τοῦ ὑπ’ αὐτοῦ θανόντοϲ οὐδὲ ἐν ϲαρκοφάγον θιγγάνει. εἰ δέ τι τούτου ὑπὸ 3 λιμῷ ἐγεύϲατο, αὐτόθι καὶ αὐτῷ ὁ θάνατοϲ ἐπιϲκήπτει, ὅθεν μάταιον καὶ περιϲϲὸν ἡγούμεθα βοηθήματα ἀναγράφειν, οὐδενὸϲ τὸ καθ’ ὅλου ϲῴζεϲθαι δυναμένου τῶν ὑπὸ τούτου πεπληγμένων. Ἐραϲί —ϲτρατοϲ δέ φηϲι καϲτορίου ⋖γ πινομέναϲ ϲὺν οἴνῳ βοηθεῖν, ὡϲαύτωϲ δὲ καὶ τὸν τῆϲ μήκωνοϲ ὀπόν.