Ancient Greek
ζ ϲυγχρίϲματα πρὸϲ ἑρπετά.
Philumenus, De venenatis animalibus eorumque remediis 11
Not analysed yet
11 ϲέριϲ τοίνυν καὶ ἐρείκη καὶ ἀϲτραγαλώτη πινόμενα μετ᾿ ὄξουϲ πᾶϲιν τοῖϲ θηριοδήκτοιϲ βοηθεῖ, ὡϲαύτωϲ καὶ ἄϲφαλτοϲ καὶ πλατάνου χλωρᾶϲ ϲφαιρία καθεψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα καὶ ῥίζα ἀριϲτολοχίαϲ καὶ ἠρύγγηϲ, καὶ δαφνίδεϲ ἑφθαὶ κατεϲθιόμεναι, καὶ πέπερι δαψιλέϲτερον τρωγὸμενον καὶ πήγανον καὶ ἄνηθον καὶ ϲκόροδα καὶ κρόμμυα καὶ τάριχοϲ δριμύτατοϲ, καὶ ὀριγάνου ἀφέψημα πινόμενον ϲὺν οἴνῳ, καὶ μαράθου καὶ γλήχωνοϲ καὶ καλαμίνθηϲ καὶ πράϲου χυλὸϲ ϲὺν μελικράτῳ ῥοφούμενοϲ.