Ancient Greek
12 to 14
Philumenus, De venenatis animalibus eorumque remediis 12-14
Not analysed yet
ταῦτα μὲν 12 ἐκ τῶν φυομένων, ἀπὸ ζῴων δὲ ὠφελίμωϲ λαμβάνονταί τινα· ἐγκέφαλοι μὲν ἀλεκτορίδων ἐϲθιόμενοι, πιτύα δὲ λαγωοῦ ϲὺν οἴνῳ πινομένη, καὶ καϲτορίου ⩹β τὸν αὐτὸν τρόπον. ἔϲτι δὲ καὶ ἡ γαλῆ τῶν διαβοήτων ἡ ϲκελετευομένη· περιφλέγεται δὲ πρῶτον ἐπαναϲχιϲθεῖϲα τῶν ἐντὸϲ ἐκκριθέντων, ϲκελετεύεται δὲ ξηραινομένη ἐν ϲκιᾷ· δίδοται δὲ ἀπ᾿ αὐτῆϲ δίδραχμον ϲὺν οἴνῳ. ἁρμόζει δὲ τοῖϲ θηριοδήκτοιϲ καὶ κάθαρϲιϲ διὰ κοιλίαϲ καὶ ἱδρωτοποιία οὔρων τε πολλῶν ἔκκριϲιϲ. ϲκευαϲτὰ δὲ ποτήματα παραδέδοται κοινότερον πρὸϲ τὰϲ τῶν πλείϲτων ἰοβόλων πληγὰϲ τοιαῦτα· ὀπίου, ϲμύρνηϲ ἀνὰ ὀβολόν, πεπέρεωϲ ??α, |ἀριϲτολοχίαϲ ??β· ταῦτα μέλιτι ἀναλαμβάνειν καὶ διδόναι μέγεθοϲ κυάμου Αἰγυπτίου μετ᾿ οἴνου· ὁμοίωϲ πηγάνου ἀγρίου ϲπέρματοϲ, κυμίνου Αἰθιοπικοῦ, 14 χαλβάνηϲ, μελανθίου, ἀριϲτολοχίαϲ, ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ εὐζώμου, ἀναπλάττονται τροχίϲκοι δραχμαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετ᾿ οἴνου ἡμικοτύλιον. ἢ γεντιανῆϲ ⩹β, πεπέρεωϲ καὶ πηγάνου τὸ ἀρκοῦν δίδου λεάναϲ ϲὺν οἴνῳ. ταῦτα μὲν περὶ τῶν κοινῇ βοηθημάτων, τὰ δὲ ἰδίωϲ πρὸϲ ἕκαϲτον τῶν ἰοβόλων ἑξῆϲ ἐροῦμεν.