Ancient Greek
λε τετράγναθα ζῷα καὶ ἀράχναι.
Philumenus, De venenatis animalibus eorumque remediis 2-14
Not analysed yet
2 τοῖϲ δὲ ὑπὸ τούτων πεπληγμένοιϲ, ὥϲ φηϲιν Ἀρχιγένηϲ ἐν τοῖϲ Κατὰ γένοϲ φαρμάκων, κοινῶϲ μὲν παρακολουθεῖ ταὐτά, καθάπερ καὶ ἐπὶ ϲκορπίων, ἴδια δὲ τὰ τοιαῦτα· τὸ τὴν πληγὴν ἀλγεῖν ϲυντόνωϲ, ὑπολευκανθίζειν τὸν περὶ τὴν πληγὴν τόπον, ἀγρυπνεῖν, πρόϲωπον καὶ κεφαλὴν οἰδεῖν, ἰϲχναίνεϲθαι δὲ μέχρι τῶν ἄρθρων τὰ πεπληγότα μέρη, ἀτροφεῖν δὲ καὶ ὑγιαϲθέντα. βοηθοῦνται δὲ καλαμίνθη ἢ τριφύλλῳ ἢ πηγάνῳ ἡ πάνακι ἡ πολίῳ ποτιζόμενοι, καὶ τοῖϲ ἐπὶ φαλαγγιοδήκτων εἰρημένοιϲ· ἔϲτι γὰρ καὶ ταῦτα φαλαγγίων εἴδη.