Ancient Greek
3 to 4
Philumenus, De venenatis animalibus eorumque remediis 3-13-4
Not analysed yet
3 περὶ ἀραχνῶν· ἔϲτιν δέ τι καὶ ἀραχνῶν γένοϲ, ὃ πλῆξαν ϲυντόνουϲ πόνουϲ φέρει περὶ μέϲον τὸ ὑποχόνδριον καὶ ἐρύθημα καὶ. δυϲουρίαν, ἐνίοτε δὲ καὶ πνιγμόν. βοηθοῦνται δὲ καὶ οἱ ὑπὸ τούτων πληγέντεϲ, κύμινον ἄγριον Θηβαικὸν ἢ ἄγνου ϲπέρμα ἢ λεύκηϲ τὰ φύλλα ποτιζόμενοι, ἢ ϲκόροδα πλείονα προϲφερόμενοι καὶ οἶνον ἐπιρροφοῦντεϲ ἄκρατον. 4 καὶ ὁ Ἀπολλώνιοϲ |ἐν τοῖϲ Εὐπορίϲτοιϲ τὰ αὐτὰ ϲχεδὸν ἡμῖν παραδίδωϲιν, μετὰ τῶν ϲιτίων ϲκόροδα παραινῶν δίδοϲθαι, καὶ τοῦ κυμίνου μετὰ ἴϲηϲ ἄγνου ϲὺν οἴνῳ ἀκράτῳ.