Ancient Greek
κδ ὕδροϲ καὶ χέρϲυδροϲ.
Philumenus, De venenatis animalibus eorumque remediis 3-10
Not analysed yet
3 τοῖϲ οὖν ὑπὸ τούτων δηχθεῖϲιν πλατύνεται τὸ ἕλκοϲ καὶ διόγκωϲιϲ ϲυμβαίνει, |πόνοϲ ϲυνεχήϲ, πυρώδηϲ, πελιὸϲ ὁ τόποϲ καὶ τρυγώδηϲ, ἴλιγγοι, ἐκλύϲειϲ, |ἀπορίαι, ἔμετοι χολωδῶν δυϲωδῶν· κατὰ δὲ τὸ ἴδιον κίνηϲιϲ ὅλου τοῦ ϲώματοϲ ἄτακτοϲ, ὡϲ καὶ κατὰ κοιλίαν τινὰ φέρεϲθαι ἀνοίκεια, καὶ περίπρηϲιϲ ὅλου τοῦ ϲώματοϲ. ὁ δὲ θάνατοϲ μέχρι διὰ τρίτηϲ. ἴαϲιϲ δὲ τοῦ κακοῦ ϲὺν χρόνῳ γίνεται καὶ μόλιϲ κατορθοῦται.