Ancient Greek
4 to 5
Philumenus, De venenatis animalibus eorumque remediis 4-7-5
Not analysed yet
4 βοηθοῦνται δὲ οὖτοι ἐκ τῶν κοινῶν βοηθημάτων, καὶ ἰδίωϲ τοῖϲδε· πρῶτον μὲν ἀντιδότοιϲ θηριακαῖϲ ταῖϲ προγεγραμμέναιϲ, ἔτι δὲ καὶ τούτοιϲ· κυπαρίϲϲου καρποῦ ⋖ᾱ, μυρϲίνηϲ καρποῦ ⋖ᾱ· ταῦτα κοπέντα καὶ ϲυλλεανθέντα διδόναι πιεῖν ϲὺν ὑδρομέλιτι ἢ οἰνομέλιτι· ἢ ἀριϲτολοχίαϲ ⋖β ἢ ἐν κράματι ἢ ὀξυκράτῳ κ ϲ, ἢ πραϲίου χυλόν, ἢ ἀφέψημα ὁποτέρου ϲὺν οἴνῳ, ἢ πρόϲφατον κηρίον μετ᾿ ὄξουϲ, κατὰ δὲ τῶν πεπονθότων τόπων ἄϲβεϲτοϲ ἐπιτιθέϲθω ϲὺν ἐλαίῳ λελειωμένη, ἢ ὀρίγανοϲ ἀναφυραθεῖϲα ὕδατι, ἢ δρυὸϲ ῥίζηϲ ὁ φλοιὸϲ λειοτριβηθεὶϲ καὶ κρίθινον ἄλευρον μετὰ μέλιτοϲ ϲυντετηκόϲ. χρώμεθα δὲ καὶ τοῖϲ ἄλλοιϲ ἐπιϲπαϲτικοῖϲ.