Ancient Greek
10
Phoenicides Comic., Fragmenta 10
Unproofread scanNot analysed yet
ὅταν ἐρανισταῖς, Καρίων, διακονῆς, οὐκ ἔστι παίζειν, οὐδ’ ἂ μεμάθηκας ποιεῖν. ἔχθες πεκινδύνευκας· οὐδεὶς εἶχέ σοι καθὼς ὅλως γὰρ ἦπαρ, ἀλλ’ ἦσαν κενοί· ἐγκεφάλος ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἐλθῆς εἰς τοιοῦτον συμφετόν, Ἀρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς ἀπλῶς, εἶναι δίκαιον, οὐ δὲ νῦν βαδίζομεν, εἰς τοὺς γάμους, ἀνδροφόνον, ἂν τοῦτ’ αἰσθάνῃ. ἐμὸς εἴ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἰ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἶσω πάραγε. καὶ γὰρ οὕτωσί προσέρχεθ’ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει. Athenaeus 9, 377d ὁ ἐν τοῖς Εὐφρονος Συνεφήβοις μάγει- ρος ἀκούσατε οἷα παραίνει κτλ. 5. ὁ κέφαλος, vel, si ἐγκ. (οὐγκέ-