Ancient Greek
8 to 9
Phoenicides Comic., Fragmenta 8-9
Unproofread scanNot analysed yet
Φοινικίδης δ’ ὡς εἶδεν ἐν πλήθει νέων μεστήν ζέουσαν λοπὰδα Νηρείων τέκνων, ἐπίσχετ’ ὀργὴ χεῖρας ἠρεθισμένας· ‘τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν; τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἀρπᾶσαι; ποῦ Κόρυνδος, ἢ Φυρόμαχος, ἢ Νείλου βία; ἴτω πρὸς ἡμᾶς, καὶ τάχ’ οὐδὲν μεταλάβοι.’ οὐμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι, κάσθιονθ’ ἄμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. Athenaeus 3, 100d Εὐφρων ἐν Παραδιδομένῃ κτλ. 2. κάσθιονθ’