Ancient Greek · ~7 min
Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ, lines Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.1-Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.45
Pindar, Πυθιονῖκαι Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.1-45
Not analysed yet
ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
σὺν βαθυζώνοισιν ἀγγέλλων
Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας·
τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας
ἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
ὑπέδεκτο δʼ ἀργυρόπεζʼ Ἀφροδίτα
Δάλιον ξεῖνον θεοδμάτων
ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,
ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θʼ Ὑψέος εὐρυβία·
ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως
δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς
Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισʼ ἔτικτεν,
Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον
θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας,
ἀλλʼ ἀκόντεσσίν τε χαλκέοις
φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους
θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον
βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν
παῦρον ἐπὶ γλεφάροις
ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
κίχε νιν λέοντί ποτʼ εὐρυφαρέτρας
ὀμβρίμῳ μούναν παλαίοισαν
ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
αὐτίκα δʼ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ.
σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν
θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις
ἦτορ ἔχοισα· φόβῳ δʼ οὐ κεχείμανται φρένες.
τίς νιν ἀνθρώπων τέκεν; ποίας δʼ ἀποσπασθεῖσα φύτλας
ὀρέων κευθμῶνας ἔχει σκιοέντων,
γεύεται δʼ ἀλκᾶς ἀπειράντου;
ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν,
ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;
τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν
εὐθὺς ἀμείβετο· κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων,
Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς
αἰδέοντʼ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.
καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,
ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δʼ ὁπόθεν γενεὰν
ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος
οἶσθα καὶ πάσας κελεύθους·