Ancient Greek · ~8 min
Section 477
Plato, Γοργίας 477
Not analysed yet
ΣΩ. οὐκοῦν εἴπερ καλά, ἀγαθά; ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα. ΠΩΛ. ἀνάγκη. ΣΩ. ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς; ΠΩΛ. ἔοικεν. ΣΩ. ὠφελεῖται ἄρα; ΠΩΛ. ναί. ΣΩ. ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται; ΠΩΛ. εἰκός γε. ΣΩ. κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς; ΠΩΛ. ναί. ΣΩ. ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται κακοῦ; ὧδε δὲ σκόπει· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν; ΠΩΛ. οὔκ, ἀλλὰ πενίαν. ΣΩ. τί δʼ ἐν σώματος κατασκευῇ; κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα; ΠΩΛ. ἔγωγε. ΣΩ. οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι; ΠΩΛ. πῶς γὰρ οὔ; ΣΩ. ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα; ΠΩΛ. πάνυ μὲν οὖν. ΣΩ. οὐκοῦν χρημάτων καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν; ΠΩΛ. ναί. ΣΩ. τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία; ΠΩΛ. πολύ γε. ΣΩ. εἰ δὴ αἰσχίστη, καὶ κακίστη; ΠΩΛ. πῶς, ὦ Σώκρατες, λέγεις; ΣΩ. ὡδί· ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν. ΠΩΛ. μάλιστα. ΣΩ. αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ ὡμολόγηται ἡμῖν; ΠΩΛ. ὡμολόγηται γάρ. ΣΩ. οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα; ΠΩΛ. ἀνάγκη. ΣΩ. ἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ; ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε. ΣΩ. ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος. ΠΩΛ. φαίνεται. ΣΩ. ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων. ΠΩΛ. ναί. ΣΩ. ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν; ΠΩΛ. φαίνεται. ΣΩ. τίς οὖν τέχνη πενίας ἀπαλλάττει; οὐ χρηματιστική; ΠΩΛ. ναί. ΣΩ. τίς δὲ νόσου; οὐκ ἰατρική;