Ancient Greek · ~8 min
Section 478
Plato, Γοργίας 478
Not analysed yet
ΠΩΛ. ἀνάγκη. ΣΩ. τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα; ΠΩΛ. παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες. ΣΩ. ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας; ΠΩΛ. παρὰ τοὺς δικαστὰς λέγεις; ΣΩ. οὐκοῦν δίκην δώσοντας; ΠΩΛ. φημί. ΣΩ. ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες; ΠΩΛ. δῆλον δή. ΣΩ. χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει, ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας. ΠΩΛ. φαίνεται. ΣΩ. τί οὖν τούτων κάλλιστόν ἐστιν ; ΠΩΛ. τίνων λέγεις; ΣΩ. χρηματιστικῆς, ἰατρικῆς, δίκης. ΠΩΛ. πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη. ΣΩ. οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν; ΠΩΛ. ναί. ΣΩ. ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι; ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ. ΣΩ. ἀλλʼ ὠφέλιμόν γε. ἦ γάρ; ΠΩΛ. ναί. ΣΩ. μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι. ΠΩΛ. πῶς γὰρ οὔ; ΣΩ. ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν; ΠΩΛ. δῆλον ὅτι μηδὲ κάμνων. ΣΩ. οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις. ΠΩΛ. ἔστι ταῦτα. ΣΩ. τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ; ΠΩΛ. φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος. ΣΩ. οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας; ΠΩΛ. ἦν γάρ. ΣΩ. σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη. ΠΩΛ. ναί. ΣΩ. εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο μέγιστον τῶν κακῶν ἐφάνη. ΠΩΛ. δῆλον δή. ΣΩ. δεύτερος δέ που ὁ ἀπαλλαττόμενος. ΠΩΛ. ἔοικεν. ΣΩ. οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς. ΠΩΛ. ναί. ΣΩ. κάκιστα ἄρα ζῇ ὁ ἔχων καὶ μὴ ἀπαλλαττόμενος. ΠΩΛ. φαίνεται.