Ancient Greek · ~6 min
Book 1, ΠΕΡΙ ΑΡΕΤΩΝ.
Plotinus, Enneades 1.4-2
Not analysed yet
ζητητέον δέ, εἰ ἡ κάθαρσις ταὐτὸν τῇ τοιαύτῃ ἀρετῇ, ἢ προηγεῖται μὲν ἡ κάθαρσις, ἕπεται δὲ ἡ ἀρετή, καὶ πότερον ἐν τῷ καθαίρεσθαι ἡ ἀρετὴ ἢ ἐν τῷ κεκαθάρθαι. ἀτελεστέρα τῆς ἐν τῷ κεκαθάρθαι, οἷον τέλος ἤδη. ἀλλὰ τὸ κεκαθάρθαι ἀφαίρεσις ἀλλοτρίου παντός, τὸ δὲ ἀγαθὸν ἕτερον αὐτοῦ. ἤ, εἰ πρὸ τῆς καθάρσεως ἀγαθὸν ἦν, ἡ κάθαρσις ἀρκεῖ; ἀλλ̓ ἀρκέσει μὲν ἡ κάθαρσις, τό δὲ καταλειπόμενον ἔσται τὸ ἀγαθόν, οὐχ ἡ κάθαρσις. καὶ τί τὸ καταλειπόμενόν ἐστι ζητητέον: ἴσως γὰρ οὐδὲ τὸ ἀγαθὸν ἦν ἡ φύσις ἡ καταλειπομένη: οὐ γὰρ ἂν ἐγένετο ἐν κακῷ. ἆῤ οὖν ἀγαθοειδῆ λεκτέον; ἢ οὐχ ἱκανὴν πρὸς τὸ μένειν ἐν τῷ ὄντως ἀγαθῷ: πέφυκε γὰρ ἐπ’ ἄμφω. τὸ οὖν ἀγαθὸν αὐτῆς τὸ συνεῖναι τῷ συγγενεῖ, τὸ δὲ κακὸν τὸ τοῖς ἐναντίοις. δεῖ οὖν καθηραμένην συνεῖναι. συνέσται δὲ ἐπιστραφεῖσα. ἆῤ οὖν μετὰ τὴν κάθαρσιν ἐπιστρέφεται; ἢ μετὰ τὴν κάθαρσιν ἐπέστραπται. τοῦτο οὖν ἡ ἀρετὴ αὐτῆς; ἢ τὸ γινόμενον αὐτῇ ἐκ τῆς ἐπιστροφῆς. τί οὖν τοῦτο; θέα καὶ τύπος τοῦ ὀφθέντος ἐντεθεὶς καὶ ἐνεργῶν, ὡς ἡ ὄψις περὶ τὸ ὁρώμενον. οὐκ ἄρα εἶχεν αὐτὰ οὐδ̓ ἀναμιμνήσκεται; ἢ εἶχεν οὐκ ἐνεργοῦντα, ἀλλὰ ἀποκείμενα ἀφώτιστα. ἵνα δὲ φωτισθῇ καὶ τότε γνῶ αὐτὰ ἐνόντα, δεῖ προσβαλεῖν τῷ φωτίζοντι. εἶχε δὲ οὐκ αὐτά, ἀλλὰ τύπους: δεῖ οὖν τὸν τύπον τοῖς ἀληθινοῖς, ὧν καὶ οἱ τύποι, ἐφαρμόσαι. τάχα δὲ καὶ οὕτω λέγεται ἔχειν, ὅτι ὁ νοῦς οὐκ ἀλλότριος καὶ μάλιστα δὲ οὐκ ἀλλότριος, ὅταν πρὸς αὐτὸν βλέπῃ: εἰ δὲ μή, καὶ παρὼν ἀλλότριος. ἐπεὶ καὶ αἱ ἐπιστῆμαι, ἐὰν μηδ̓ ὅλως ἐνεργῶμεν κατ̓ αὐτάς, ἀλλότριαι.