Ancient Greek · ~8 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΔΥΝΑΜΕΙ ΚΑΙ ΕΝΕΡΓΕΙΑΙ.
Plotinus, Enneades 2.2-5
Not analysed yet
περὶ δὲ τῆς ὕλης σκεπτέον, εἰ ἕτερόν τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ πρὸς ἃ μορφοῦται, ἢ οὐδὲν ἐνεργείᾳ, καὶ ὅλως καὶ τὰ ἄλλα ἃ λέγομεν δυνάμει λαβόντα τὸ εἶδος καὶ μένοντα αὐτὰ ἐνεργείᾳ γίνεται, ἢ τὸ ἐνεργείᾳ κατὰ τοῦ ἀνδριάντος λεχθήσεται ἀντιτιθεμένου μόνον τοῦ ἐνεργείᾳ ἀνδριάντος πρὸς τὸν δυνάμει ἀνδριάντα, ἀλλ̓ οὐ τοῦ ἐνεργείᾳ κατηγορουμένου κατ̓ ἐκείνου, καθ̓ οὗ τὸ δυνάμει ἀνδριὰς ἐλέγετο. εἰ δὴ οὕτως, οὐ τὸ δυνάμει γίνεται ἐνεργείᾳ, ἀλλ̓ ἐκ τοῦ δυνάμει ὄντος πρότερον ἐγένετο τὸ ἐνεργείᾳ ὕστερον. καὶ γὰρ αὐτὸ τὸ ἐνεργείᾳ ὂν τὸ συναμφότερον, οὐχ ἡ ὕλη: τὸ δὲ εἶδος τὸ ἐπ’ αὐτῇ. καὶ τοῦτο μέν, εἰ ἑτέρα γίγνοιτο οὐσία, οἷον ἐκ χαλκοῦ ἀνδριάς. ἄλλη γὰρ οὐσία ὡς τὸ συναμφότερον ὁ ἀνδριάς: ἐπὶ δὲ τῶν ὅλως οὐ μενόντων φανερόν, ὡς τὸ δυνάμει παντάπασιν ἕτερον ἦν: ἀλλ̓ ὅταν ὁ δυνάμει γραμματικὸς ἐνεργείᾳ γένηται, ἐνταῦθα τὸ δυνάμει πῶς οὐ καὶ ἐνεργείᾳ τὸ αὐτό; ὁ γὰρ δυνάμει Σωκράτης ὁ αὐτὸς καὶ ἐνεργείᾳ σοφός. ἆρα οὖν καὶ ὁ ἀνεπιστήμων ἐπιστήμων; δυνάμει γὰρ ἦν ἐπιστήμων. ἢ ὁ κατὰ συμβεβηκὸς ἀμαθὴς ἐπιστήμων; οὐ γὰρ ᾗ ἀμαθὴς δυνάμει ἐπιστήμων, ἀλλὰ συμβεβήκει αὐτῷ ἀμαθεῖ εἶναι, ἡ δὲ ψυχὴ καθ̓ ἑαυτὴν ἐπιτηδείως ἔχουσα τὸ δυνάμει ἦν ᾗπερ καὶ ἐπιστήμων. ἔτι οὖν σώζει τὸ δυνάμει καὶ δυνάμει γραμματικὸς ἤδη γραμματικὸς ὤν. ἢ οὐδὲν κωλύει καὶ ἄλλον τρόπον: ἐκεῖ μὲν δυνάμει μόνον, ἐνταῦθα δὲ τῆς δυνάμεως ἐχούσης τὸ εἶδος. εἰ οὖν ἐστι τὸ μὲν δυνάμει τὸ ὑποκείμενον, τὸ δ̓ ἐνεργείᾳ τὸ συναμφότερον, ὁ ἀνδριάς, τὸ εἶδος τὸ ἐπὶ τοῦ χαλκοῦ τί ἂν λέγοιτο; ἢ οὐκ ἄτοπον τὴν ἐνέργειαν, καθ̓ ἣν ἐνεργείᾳ ἐστὶ καὶ οὐ μόνον δυνάμει, τὴν μορφὴν καὶ τὸ εἶδος λέγειν, οὐχ ἁπλῶς ἐνέργειαν, ἀλλὰ τοῦδε ἐνέργειαν: ἐπεὶ καὶ ἄλλην ἐνέργειαν τάχα κυριώτερον ἂν λέγοιμεν, τὴν ἀντίθετον τῇ δυνάμει τῇ ἐπαγούσῃ ἐνέργειαν. τὸ μὲν γὰρ δυνάμει τὸ ἐνεργείᾳ ἔχει παῤ ἄλλου, τῇ δὲ δυνάμει ὃ δύναται παῤ αὐτῆς ἡ ἐνέργεια: οἷον ἕξις καὶ ἡ κατ̓ αὐτὴν λεγομένη ἐνέργεια, ἀνδρεία καὶ τὸ ἀνδρίζεσθαι. ταῦτα μὲν μὲν οὖν οὕτως.