Ancient Greek · ~8 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΔΥΝΑΜΕΙ ΚΑΙ ΕΝΕΡΓΕΙΑΙ.
Plotinus, Enneades 2.5-4
Not analysed yet
πῶς οὖν λέγωμεν περὶ αὐτῆς; πῶς δὲ τῶν ὄντων ὕλη; ἢ ὅτι δυνάμει. οὔκουν, ὅτι δυνάμει, ἤδη ἔστι καθὸ μέλλει, ἀλλὰ τὸ εἶναι αὐτῇ μόνον τὸ μέλλον ἐπαγγελλόμενον: οἷον τὸ εἶναι αὐτῇ εἰς ἐκεῖνο ἀναβάλλεται, ὃ ἔσται. τὸ τοίνυν δυνάμει οὔ τι, ἀλλὰ δυνάμει πάντα: μηδὲν δὲ ὂν καθ̓ αὑτό, ἀλλ̓ ὃ ἔστιν ὕλη ὄν, οὐδὲ ἐνεργείᾳ ἐστίν. εἰ γὰρ ἔστι τι ἐνεργείᾳ, ἐκεῖνο, ὃ ἔστιν ἐνεργείᾳ, οὐχ ὕλη ἔσται: οὐ πάντη οὖν ὕλη, ἀλλὰ οἷον ὁ χαλκός. εἴη ἂν οὖν τὸ μὴ ὄν, οὐχ ὡς ἕτερον τοῦ ὄντος, οἷον κίνησις: αὕτη γὰρ καὶ ἐποχεῖται τῷ ὄντι οἷον ἀπ̓ αὐτοῦ καὶ ἐν αὐτῷ οὖσα, ἡ δέ ἐστιν οἷον ἐκριφεῖσα καὶ πάντη χωρισθεῖσα καὶ μεταβάλλειν ἑαυτὴν οὐ δυναμένη, ἀλλ̓ ὅπερ ἐξ ἀρχῆς ἦν: μὴ ὂν δὲ ἦν: οὕτως ἀεὶ ἔχουσα. οὔτε δὲ ἦν ἐξ ἀρχῆς ἐνεργείᾳ τι ἀποστᾶσα πάντων τῶν ὄντων οὔτε ἐγένετο: ἃ γὰρ ὑποδῦναι ἠθέλησεν, οὐδὲ χρωσθῆναι ἀπ̓ αὐτῶν δεδύνηται, ἀλλὰ μένουσα πρὸς ἄλλο δυνάμει οὖσα πρὸς τὰ ἐφεξῆς, τῶν δ̓ ὄντων ἤδη παυσαμένων ἐκείνων φανεῖσα ὑπό τε τῶν μετ̓ αὐτὴν γενομένων καταληφθεῖσα ἔσχατον καὶ τούτων κατέστη. ὑπ’ ἀμφοτέρων οὖν καταληφθεῖσα ἐνεργείᾳ μὲν οὐδετέρων ἂν εἴη, δυνάμει δὲ μόνον ἐγκαταλέλειπται εἶναι ἀσθενές τι καὶ ἀμυδρὸν εἴδωλον μορφοῦσθαι μὴ δυνάμενον. οὐκοῦν ἐνεργείᾳ εἴδωλον: οὐκοῦν ἐνεργείᾳ ψεῦδος. τοῦτο δὲ ταὐτὸν τῷ ἀληθινῶς ψεῦδος: τοῦτο δὲ ὄντως μὴ ὄν. εἰ οὖν ἐνεργείᾳ μὴ ὄν, μᾶλλον μὴ ὄν, καὶ ὄντως ἄρα μὴ ὄν. πολλοῦ ἄρα δεῖ αὐτῷ ἐνεργείᾳ τι τῶν ὄντων εἶναι τὸ ἀληθὲς ἔχοντι ἐν τῷ μὴ ὄντι. εἴπερ ἄρα δεῖ αὐτὸ εἶναι, δεῖ αὐτὸ ἐνεργείᾳ μὴ εἶναι, ἵνα ἐκβεβηκὸς τοῦ ἀληθῶς εἶναι ἐν τῷ μὴ εἶναι ἔχῃ τὸ εἶναι, ἐπείπερ τοῖς ψευδῶς οὖσιν, ἐὰν ἀφέλῃς τὸ ψεῦδος αὐτῶν, ἀφεῖλες αὐτῶν ἥντινα εἶχον οὐσίαν, καὶ τοῖς δυνάμει τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχουσιν εἰσαγαγὼν τὴν ἐνέργειαν ἀπολώλεκας τῆς ὑποστάσεως αὐτῶν τὴν αἰτίαν, ὅτι τὸ εἶναι αὐτοῖς ἐν δυνάμει ἦν. εἴπερ ἄρα δεῖ ἀνώλεθρον τὴν ὕλην τηρεῖν, ὕλην αὐτὴν δεῖ τηρεῖν: δεῖ ἄρα δυνάμει, ὡς ἔοικεν,εἶναι λέγειν μόνον, ἵνα ᾖ ὃ ἔστιν, ἢ τούτους τοὺς λόγους ἐξελεγκτέον.