Ancient Greek · ~10 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΔΥΝΑΜΕΙ ΚΑΙ ΕΝΕΡΓΕΙΑΙ.
Plotinus, Enneades 2.3-5
Not analysed yet
οὗ δ̓ ἕνεκα ταῦτα προείρηται, νῦν λεκτέον, ἐν τοῖς νοητοῖς πῶς ποτε τὸ ἐνεργείᾳ λέγεται καὶ εἰ ἐνεργείᾳ μόνον ἢ καὶ ἐνέργεια ἕκαστον καὶ πάντα καὶ εἰ τὸ δυνάμει κἀκεῖ. εἰ δὲ μήτε ὕλη ἐκεῖ ἐν ᾗ τὸ δυνάμει, μήτε τι μέλλει τῶν ἐκεῖ, ὃ μὴ ἤδη ἔστι, μηδέ τι μεταβάλλον εἰς ἄλλο ἢ μένον ἕτερόν τι γεννᾷ ἢ ἐξιστάμενον ἑαυτοῦ ἔδωκεν ἄλλῳ ἀνθ̓ αὑτοῦ εἶναι, οὐκ ἂν εἴη ἐκεῖ τὸ δυνάμει, ἐν ᾧ ἐστι ,τῶν ὄντων καὶ αἰῶνα, οὐ χρόνον ἐχόντων. εἴ τις οὖν καὶ ἐπὶ τῶν νοητῶν τοὺς τιθεμένους κἀκεῖ ὕλην ἔροιτο, εἰ μὴ κἀκεῖ τὸ δυνάμει κατὰ τὴν ὕλην τὴν ἐκεῖ —καὶ γὰρ εἰ ἄλλον τρόπον ἡ ὕλη, ἀλλ̓ ἔσται ἐφ̓ ἑκάστου τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς εἶδος, τὸ δὲ συναμφότερον —τί ἐροῦσιν; ἢ καὶ τὸ ὡς ὕλη ἐκεῖ εἶδός ἐστιν, ἐπεὶ καὶ ἡ ψυχὴ εἶδος ὂν πρὸς ἕτερον ἂν εἴη ὕλη. οὐκοῦν πρὸς ἐκεῖνο καὶ δυνάμει; ἢ οὔ: εἶδος γὰρ ἦν αὐτῆς καὶ οὐκ εἰς ὕστερον δὲ τὸ εἶδος καὶ οὐ χωρίζεται δὲ ἀλλ̓ ἢ λόγῳ, καὶ οὕτως ὕλην ἔχον, ὡς διπλοῦν νοούμενον, ἄμφω δὲ μία φύσις: οἷον καὶ Ἀριστοτέλης φησὶ τὸ πέμπτον σῶμα ἄυλον εἶναι. περὶ δὲ ψυχῆς πῶς ἐροῦμεν; δυνάμει γὰρ ζῷον, ὅταν μήπω, μέλλῃ δέ, καὶ μουσικὴ δυνάμει καὶ τὰ ἄλλα ὅσα γίνεται οὐκ ἀεὶ οὖσα: ὥστε καὶ ἐν νοητοῖς τὸ δυνάμει. ἢ οὐ δυνάμει ταῦτα, ἀλλὰ δύναμις ἡ ψυχὴ τούτων. τὸ δὲ ἐνεργείᾳ πῶς ἐκεῖ; ἆρα ὡς ὁ ἀνδριὰς τὸ συναμφότερον ἐνεργείᾳ, ὅτι τὸ εἶδος ἕκαστον ἀπείληφεν; ἢ ὅτι εἶδος ἕκαστον καὶ τέλειον ὃ ἔστι. νοῦς γὰρ οὐκ ἐκ δυνάμεως τῆς κατὰ τὸ οἷόν τε νοεῖν εἰς ἐνέργειαν τοῦ νοεῖν —ἄλλου γὰρ ἂν προτέρου τοῦ οὐκ ἐκ δυνάμεως δέοιτο —ἀλλ̓ ἐν αὐτῷ τὸ πᾶν. τὸ γὰρ δυνάμει βούλεται ἑτέρου ἐπελθόντος εἰς ἐνέργειαν ἄγεσθαι, ἵνα ἐνεργείᾳ γίγνηταί τι, ὃ δ̓ αὐτὸ παῤ αὑτοῦ τὸ ἀεὶ οὕτως ἔχει, τοῦτο ἐνεργείᾳ ἂν εἴη. πάντα οὖν τὰ πρῶτα ἐνεργείᾳ: ἔχει γὰρ ἃ δεῖ ἔχειν καὶ παῤ αὐτῶν καὶ ἀεί: καὶ ψυχὴ δὴ οὕτως ἡ μὴ ἐν ὕλῃ, ἀλλ̓ ἐν τῷ νοητῷ. καὶ ἡ ἐν ὕλῃ δὲ ἄλλη ἐνεργείᾳ: οἷον ἡ φυτική: ἐνεργείᾳ γὰρ καὶ αὕτη ὃ ἔστιν. ἀλλ̓ ἐνεργείᾳ μὲν πάντα, καὶ οὕτως ἐνέργεια τὰ πάντα; ἢ πῶς; εἰ δὴ καλῶς εἴρηται ἐκείνη ἡ φύσις ἄγρυπνος εἶναι καὶ ζωὴ καὶ ζωὴ ἀρίστη, αἱ κάλλισται ἂν εἶεν ἐκεῖ ἐνέργειαι. καὶ ἐνεργείᾳ ἄρα καὶ ἐνέργεια τὰ πάντα καὶ ζωαὶ τὰ πάντα καὶ ὁ τόπος ὁ ἐκεῖ τόπος ἐστὶ ζωῆς καὶ ἀρχὴ καὶ πηγὴ ἀληθῶς ψυχῆς τε καὶ νοῦ.