Ancient Greek · ~5 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.4-3
Not analysed yet
ὁ δὴ λόγος ἡμῖν ὑποθεμένοις τὸ νῦν εἶναι τὰ εἴδη —δέδεικται γὰρ ἐν ἄλλοις —προίτω. εἰ οὖν πολλὰ τὰ εἴδη, κοινὸν μέν τι ἐν αὐτοῖς ἀνάγκη εἶναι: καὶ δὴ καὶ ἴδιον, ᾧ διαφέρει ἄλλο ἄλλου. τοῦτο δὴ τὸ ἴδιον καὶ ἡ διαφορὰ ἡ χωρίζουσα ἡ οἰκεία ἐστὶ μορφή. εἰ δὲ μορφή, ἔστι καὶ τὸ μορφούμενον, περὶ ὃ ἡ διαφορά. ἔστιν ἄρα καὶ ὕλη ἡ τὴν μορφὴν δεχομένη καὶ ἀεί τι ὑποκείμενον. ἔτι εἰ κόσμος νοητὸς ἔστιν ἐκεῖ, μίμημα δὲ οὗτος ἐκείνου, οὗτος δὲ σύνθετος καὶ ἐξ ὕλης, κἀκεῖ δεῖ ὕλην εἶναι. ἢ πῶς προσερεῖς κόσμον μὴ εἰς εἶδος ἰδών; πῶς δὲ εἶδος μὴ ἐφ̓ ᾧ τὸ εἶδος λαβών; ἀμερὲς μὲν γὰρ παντελῶς πάντη αὐτό, μεριστὸν δὲ ὁπωσοῦν. καὶ εἰ μὲν διασπασθέντα ἀπ̓ ἀλλήλων τὰ μέρη, ἡ τομὴ καὶ ἡ διάσπασις ὕλης ἐστὶ πάθος: αὕτη γὰρ ἡ τμηθεῖσα: εἰ δὲ πολλὰ ὂν ἀμέριστόν ἐστι, τὰ πολλὰ ἐν ἑνὶ ὄντα ἐν ὕλῃ ἐστὶ μορφαὶ αὐτοῦ ὄντα: τὸ γὰρ ἓν τοῦτο τὸ πολλὰ ὂν νόησον ποικίλον καὶ πολύμορφον. οὐκοῦν ἄμορφον αὐτὸ πρὸ τοῦ ποικίλον: εἰ γὰρ τῷ νῷ ἀφέλοις τὴν ποικιλίαν καὶ τὰς μορφὰς καὶ τοὺς λόγους καὶ τὰ νοήματα, τὸ πρὸ τούτων ἄμορφον καὶ ἀόριστον καὶ τούτων οὐδὲν τῶν ἐπ’ αὐτῷ καὶ ἐν αὐτῷ.